Add parallel Print Page Options

Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν. εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.

Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ [a]αὐτῷ· Εὐθέως παρελθὼν ἀνάπεσε, ἀλλ’ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; μὴ [b]ἔχει χάριν τῷ [c]δούλῳ ὅτι ἐποίησεν τὰ [d]διαταχθέντα; 10 οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, [e]ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.

11 Καὶ ἐγένετο ἐν τῷ [f]πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ [g]μέσον Σαμαρείας καὶ Γαλιλαίας. 12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην [h]ἀπήντησαν δέκα λεπροὶ ἄνδρες, οἳ [i]ἔστησαν πόρρωθεν, 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. 15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· [j]Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:7 αὐτῷ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:9 ἔχει χάριν WH Treg NIV ] χάριν ἔχει RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:9 δούλῳ WH Treg NIV ] + ἐκείνῳ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:9 διαταχθέντα WH Treg NIV ] + οὐ δοκῶ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:10 ὃ ὠφείλομεν WH Treg NIV ] ὅτι ὃ ὀφείλομεν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:11 πορεύεσθαι WH NIV ] + αὐτὸν Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:11 μέσον WH Treg NIV ] μέσου RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:12 ἀπήντησαν WH ] + αὐτῷ Treg NIV RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:12 ἔστησαν Treg NIV RP ] ἀνέστησαν WH
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:17 Οὐχὶ Treg NIV RP ] Οὐχ WH